Ancient Greek
1.335.14
Anaxagoras, Testimonia 1.335.14
Unproofread scanNot analysed yet
68. Arist. de caelo Δ 2. 309*19 ἔνιοι μὲν οὖν τῶν μὴ φασκόντων εἶναι κενὸν οὐδὲν διώρισαν περὶ κούφου καὶ βαρέος οἷον Ἄ. καὶ Ἐμπεδοκλῆς. phys. Δ 6. 213*22 οἱ μὲν οὖν δεῖκνύναι πειρῶμενοι ὅτι οὐκ ἔστιν [näm1. τὸ κενόν], οὐχ ὅ βούλονται λέγειν οἱ ἀνθρώποι κενὸν τοῦτ᾽ ἐξελέγχουσιν, ἀλλ᾽ ἀμαρτάνοντες λέγουσιν ὥσπερ Ἄ. καὶ οἱ τούτων τὸν τρόπον ἐλέγχοντες. ἐπιδεικνύουσι γὰρ ὅτι ἔστι τι ὁ ἀήρ, στρεβλοῦντες τοὺς λόγους καὶ δεῖκνυντες ὡς ἰσχυρὸς ὁ ἀήρ καὶ ἐναπολαμβάνοντες ἐν ταῖς κλεψύδραις.