Ancient Greek
1.340.1
Anaxagoras, Testimonia 1.340.1
Unproofread scanNot analysed yet
92. THEOPHR. de sens. 27 ff. [D. 507] Ἄ. δὲ γίνεσθαι μὲν τοῖς ἐναντίοις· τὸ 27 γὰρ ὁμοῖον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου, καθ’ ἑκάστην δ’ ἰδίαι πειρᾶται διαριθμεῖν. ὁρῶν μὲν γὰρ τῇ ἐμφάσει τῆς χώρας, οὐκ ἐμφαίνεισθαι δὲ εἰς τὸ ὁμόχρωον, ἀλλ’ εἰς τὸ διάφορον. καὶ τοῖς μὲν πολλοῖς μεθ’ ἡμέραν, ἐνίοις δὲ νύκτωρ εἶναι τὸ ἀλλόχρωον· διὸ ὀξυνεῖν τότε. ἀπλῶς δὲ τὴν νύκτα μᾶλλον ὁμόχρωον εἶναι τοῖς ὀφθαλμοῖς. ἐμφαίνεισθαι δὲ μεθ’ ἡμέραν, ὅτι τὸ φῶς συναίτιον τῆς ἐμφάσεως· τὴν δὲ χροῖαν τὴν κρατοῦσαν μᾶλλον εἰς τὴν ἑτέραν ἐμφαίνεισθαι [εἰς]. τὸν αὐτὸν δὲ τρόπον καὶ τὴν ἄφην καὶ τὴν γεῦσιν χρῆναι· τὸ 28 γὰρ ὁμοίως θερμὸν καὶ ψυχρὸν οὔτε θερμαίνειν οὔτε ψύχειν πλησιάζον οὐδὲ τὸ γλυκὺ καὶ τὸ ὀξὺ δι’ αὐτῶν γνωρίζειν, ἀλλὰ τῷ μὲν θερμῷ τὸ ψυχρὸν, τῷ δ’ ἀλμυρῷ τὸ πότιμον, τῷ δ’ ὀξεῖ τὸ γλυκὺ κατὰ τὴν ἑλλειψιν τὴν ἑκάστου· πάντα γὰρ ἐνυπάρχειν φησιν ἐν ἡμῖν. ὡσαύτως δὲ καὶ ὀσφραῖνεσθαι καὶ ἀκούειν τὸ μὲν ἄμα τῇ ἀναπνοῇ, τὸ δὲ τῷ διυκνεῖσθαι τὸν ψόφον ἄχρι τοῦ ἐγκεφάλου· τὸ γὰρ περιέχον ὅσον ἐστὶν κοῖλον, εἰς ὃ ἐμπιπτεῖν τὸν ψόφον. ἅπασαν δ’ αἴσθησιν μετὰ λύπης, ὅπερ ἂν δόξειεν ἀχόλουθον εἶναι τῇ ὑποθέσει· πᾶν γὰρ τὸ ἀνόμοιον ἀπτόμενον πόνον παρέχει. φανερὸν δὲ τοῦτο τῷ τε τοῦ χρόνου πλήθει καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ. τὰ τε γὰρ λαμπρὰ χρώματα καὶ τοὺς ὑπερβάλλοντας ψόφους λύπην ἐποιεῖν καὶ οὐ πολλὸν χρόνον δύνασθαι τοῖς αὐτοῖς ἐπιμένειν. αἰσθητικώτερα δὲ τὰ μειζῶν ζῷα καὶ ἀπλῶς εἶναι κατὰ τὸ μέγεθος <τῶν αἰσθητηρίων> τὴν αἴσθησιν. ὅσα μὲν γὰρ μεγάλους καὶ καθαροὺς καὶ λαμπροὺς ὀφθαλμοὺς ἔχει, μεγάλα τε καὶ πόρρωθεν ὁρᾶν, ὅσα δὲ μικρούς, ἐναντίως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀκοῆς. τὰ μὲν γὰρ μεγάλα τῶν μεγάλων καὶ τῶν πόρρωθεν ἀκούειν, τὰ δ’ ἐλάττω λανθάνειν, τὰ δὲ μικρὰ τῶν μικρῶν καὶ τῶν ἐγγύς. καὶ ἐπὶ τῆς ὀσφρήσεως ὁμοίως· ὄζειν μὲν γὰρ μᾶλλον τὸ λεπτὸν ἄερα, θερμαινόμενον μὲν γὰρ καὶ μανούμενον ὄζειν. ἀναπνέον δὲ τὸ μὲν μέγα ζῷον ἄμα τῷ μανῷ καὶ τὸν πυκνὸν ἕλκειν, τὸ δὲ μικρὸν αὐτὸ τὸν μανόν· διὸ καὶ τὰ μεγάλα μᾶλλον αἰσθάνεσθαι. καὶ γὰρ τὴν ὀσμὴν ἐγγύς εἶναι μᾶλλον ἢ πόρρω διὰ τὸ πυκνότερον εἶναι, σκεδανυμένην δ’ ἀσθενῆ. σχεδὸν δὲ ὡς εἴπειν οὐχ αἰσθάνεσθαι τὰ μὲν μεγάλα τῆς λεπτῆς ἀέρος, τὰ δὲ μικρὰ τῆς πυκνῆς. . . Ἄ. μὲν οὖν, ὡς περ ἐλέχθη, κοινὴν τινὰ ταύτην καὶ παλαιὰν δόξαν ἀναφέρει. πλὴν ἴδιον ἐπὶ πάσαις λέγει ταῖς αἰσθήσεσι καὶ μάλιστα ἐπὶ τῇ ὀρεῖ, διότι τὸ μέγα αἰσθανόμενον ἐστιν, οὐ δηλοῖ δὲ τὰς σωματικωτέρας αἰσθήσεις. . . . καὶ γὰρ Ἄ. ἀπλῶς εἴρηκε περὶ αὐτῶν [näm]. τῶν χρωμάτων].