Ancient Greek
1.341.6
Anaxagoras, Testimonia 1.341.6
Unproofread scanNot analysed yet
405ᵃ13 Ἀ. δ’ ἔοικε μὲν ἕτερον λέγειν ψυχὴν τε καὶ νοῦν . . . χρῆται δ’ ἀμφοῖν ὡς μιᾷ φύσει, πλὴν ἀρχὴν γε τὸν νοῦν τίθεται μάλιστα πάντων· μόνον γοῦν φησιν αὐτὸν τῶν ὄντων ἀπλοῦν εἶναι καὶ ἀμιγὴ τε καὶ καθαρόν. ἀποδίδωσι δ’ ἄμφω τῇ αὐτῇ ἀρχῇ, τὸ τε γιγνώσκειν καὶ τὸ κινεῖν, λέγων νοῦν κινήσαι τὸ πᾶν. Γ 4. 429ᵃ18 ἀνάγκη ἄρα, ἐπεὶ πάντα νοεῖ, ἀμιγὴ εἶναι ὥσπερ φησιν Ἀ. [fr. 12], ἵνα κρατῇ, τοῦτο δ’ ἔστιν ἵνα γνωρίζῃ.