Ancient Greek
2.311.1
Anaxagoras, Testimonia 2.311.1
Unproofread scanNot analysed yet
ἀφεθῆναι. καὶ τὰ μὲν περὶ τῆς δίκης αὐτοῦ τοσαῦτα. ἔδοξε δὲ πως καὶ Δημοκρίτῳ ἀπεχθῶς ἑχθῆναι ἀποτυχὼν τῆς πρὸς αὐτὸν κοινολογίας, καὶ τέλος ἀποχωρήσας εἰς Λάμψακον αὐθόπι κατέστρεψεν. ὥστε καὶ τῶν ἀρχόντων τῆς πόλεως ἀξιούντων τί βούλεται αὐτῷ γενέσθαι, φάναι, ‘τοὺς παῖδας ἐν ᾧ ἂν ἀποθάνῃ μηνὶ κατ’ ἔτος παίζειν συγχωρεῖν’. καὶ φυλάττεται τὸ ἔθος ἐτὶ καὶ νῦν. τελευτήσαντα δὴ αὐτὸν εἴσθων ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν· ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περιήσας οὐρανίου κόσμου, κεῖται ’Αναξαγόρας.