Ancient Greek
2.311.13
Anaxagoras, Testimonia 2.311.13
Unproofread scanNot analysed yet
5. DIOG IX 41 γέγονε δὲ [Demokrit] τοῖς χρόνοις, ὡς αὐτὸς φησιν ἐν τῷ Μικρῷ διακόσμῳ. νέος κατὰ πρεσβύτην ’Αναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δὲ φησιν τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἀλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. IX 34 ὕστερον δὲ Λευκίππῳ παρέβαλε Demokrit’ καὶ ’Αναξαγόρα κατὰ τινὰς ἔτεσιν ὧν αὐτοῦ νεώτερος τετταράκοντα. Φαβωρίνος δὲ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ [TIG III 582 fr. 33] λέγειν Δημόκριτον περὶ ’Αναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἱ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλὰ ἀρχαῖαι· τὸν δὲ ὑφηγήσθαι. 35. διασύρει τε αὐτοῦ τὰ περὶ τῆς διακοσμῆσεως καὶ τοῦ νοῦ ἑχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατὰ τινὰς ἀκήκοεν αὐτοῦ;