Ancient Greek
2.312.5
Anaxagoras, Testimonia 2.312.5
Unproofread scanNot analysed yet
12. Plut. Lys. 12 οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῷ πάθει τούτῳ σημειὸν φασι γενέσθαι· κατηνέχθη γάρ, ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἴγος ποταμούς. καὶ δείκνυται μὲν ἐπὶ νῦν σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν· λέγεται δὲ Ἀναξαγόραν προειπεῖν, ὡς τῶν κατὰ τὸν οὐρανὸν 35 ἐνδεδεμένων σωμάτων γενομένου τινὸς ὀλισθήματος ἢ σάλου ρίψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος· εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ἡι πέφυκε χώραι· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερεῖσε καὶ περιελύσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας ἀφρηγμόνα δίνη καὶ τόνων τῆς περιφοράς, ὡς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός . . . τῷ δ᾽ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Διόμαχος ἐν τοῖς Περὶ εὐσεβείας [FHG II 441 fr. 5] ἱστῶν, ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφ᾽ ἡμέρας ἑβδομήκοντα πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν εὑράτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδὲς κτλ. Aus der Erwähnung des Meteors stammt die Erwähnung des A. bei Psell. de lapid. 26 [s. oben S. 164, 7].