Ancient Greek
2.314.1
Anaxagoras, Testimonia 2.314.1
Unproofread scanNot analysed yet
19. Ioseph. c. Ap. II 265 Ἄ. δὲ Κλαζομένιος ἦν, ἀλλ’ ὅτι νομίζοντων Ἀθηναίων τὸν ἥλιον εἶναι θεὸν ὅδ’ αὐτὸν ἔφη μῦλον εἶναι διάπυρον, θάνατον αὐτοῦ παρ’ ὀλίγας ψήφους κατέγνωσαν. OLYMPIOD. in Meteor. p. 17, 19 Stüve μόνα δὲ τὰ ἄστρα πυρώδη εἰσίν, ὡς καὶ τὸν Ἀναξαγόραν μύδρον καλέσαι τὸν ἥλιον διὰ τὸ ἄμετρον τῆς πυρώσεως· μύδρος γάρ ἐστιν ὁ πεπυρακτωμένος σίδηρος. διὸ καὶ ὁ Ἀναξαγόρας ἐξωστρακίσθη ἐκ τῶν Ἀθηναίων ὡς τοιούτῳ τι τολμήσας εἰπεῖν. ὕστερον δὲ ἀνεκλήθη διὰ τῆς Περικλέους ῥητορείας· ἄκρατής γάρ ὤν ἐτυχεν ὁ Περικλῆς Ἀναξαγόρου.