Ancient Greek
2.314.3
Anaxagoras, Testimonia 2.314.3
Unproofread scanNot analysed yet
20ᵃ. SCHOL. PIND. Ol. I 91 p. 38, 6 Dr. τὸν γὰρ Τάνταλον φυσιολόγον γενόμενον καὶ μύδρον ἀποφήναντα τὸν ἥλιον ἐπὶ τούτῳ δίκας ὑποσχεῖν, ὥστε καὶ ἐπαιωρεῖσθαι αὐτῷ τὸν ἥλιον, ὡς οὐ δειματοῦσθαι καὶ καταπτήσσειν. περὶ δὲ τοῦ ἡλίου οἱ φυσικοὶ φασὶν ὡς λίθος καλεῖται ὁ ἥλιος καὶ Ἀναξαγόρου δὲ γενόμενον τὸν Εὐριπίδην μαθητὴν πέτρων εἰρῆkenai τὸν ἥλιον διὰ τῶν προεκκειμένων· ὁ γὰρ μακάριος —δίκην’ [Eur. Or. 4—7]. καὶ πάλιν δι’ ἄλλων βύλων λέγοντα οὕτως· ‘μόλοιμι τὸν οὐρανοῦ μέσον χθονὸς τεταμέναν αἰωρήμασι πέτραν ἄλύσει χρυσέοις φερομένην δίναισι βύλων ἐξ Ὀλύμπου, ἵν’ ἐν θρίνοισιν ἀναβοῶσι γέροντι πατρὶ Ταντάλῳ’. [Or. 982 ff. s. Schol.] .