Ancient Greek
2.315.3
Anaxagoras, Testimonia 2.315.3
Unproofread scanNot analysed yet
30. ARIST. Eth. Nic. Z 7. 1141b 3 διὸ Ἀναξαγόραν καὶ Θαλὴν καὶ τοὺς τοιούτους σοφοὺς μὲν, φρονίμους δ᾽ οὐ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέρονθ᾽ ἑαυτοῖς. καὶ περὶ τὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτοὺς φασιν, ἄχρηστα δ᾽ ὅτι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. K 9. 1179a 13 ἔοικε δὲ καὶ Ἀ. οὐ πλουσίον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἰπὼν ὅτι οὐκ ἂν θαυμάσειεν, εἰ τις ἄτοπος φανείη τοῖς πολλοῖς. Vgl. EUDEM. Eth. A 4. 1215b 6. Ebend. 1216b 11 τὸν μὲν οὖν Ἀναξαγόραν φασιν ἀποκρίνασθαι πρὸς τινα διαποροῦντα τοιαύτ᾽ ἄττα καὶ διερωτῶντα, τίνος ἕνεκ᾽ ἂν τις ἔλοιτο γενέσθαι μᾶλλον ἢ μὴ γενέσθαι, ‘τοῦ’ φάναι ‘θεωρῆσαι τὸν οὐρανὸν καὶ τὴν περὶ τὸν ὅλον κόσμον τάξιν’. Vgl. 305, 19. Danach ETY. fr. 910 ὀλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν μήτε πολιτῶν ἐπὶ πημοσύνην μὴτ᾽ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ᾽ ἀθάνάτου καθορῶν φύσεως κόσμον ἀρίρρων, ἢ τε συνέστη χῶπῃ χῶπως. τοῖς δὲ τοιούτοις οὐδέποτ᾽ αἰσχρῶν ἔργων μελέδημα προσιίζει.