Ancient Greek
2.318.2
Anaxagoras, Testimonia 2.318.2
Unproofread scanNot analysed yet
43. ARIST. Metaphys. Δ 3. 984a 11 ’Α. δ’ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὢν τούτου [Emped. ,vgl. 21 A 6], τοῖς δ’ ἔργοις ὕστερος, ἀπείρους εἶναι φησι τὰς ἀρχάς. σχεδὸν γὰρ ἅπαντα τὰ ὁμοιομερῆ (καθάπερ ὕδωρ ἢ πῦρ) οὕτω γίγνεσθαι καὶ ἀπόλλυσθαι φησι συγκρίσει καὶ διακρίσει μόνον, ἄλλως δ’ οὔτε γίγνεσθαι οὔτ’ ἀπόλλυσθαι, ἀλλὰ διαμένειν αἰδία. de caelo Γ 3. 302a 28 ’Α. δ’ Ἐμπεδοκλεῖ ἐναντίως λέγει περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ πῦρ καὶ τὰ σύστοιχα τούτοις στοιχεῖα φησιν εἶναι τῶν σωμάτων καὶ συγκεῖσθαι πάντα ἐκ τούτων, ’Α. δὲ τοῦναντίον· τὰ γὰρ ὁμοιομερῆ στοιχεῖα, λέγω δ’ οἷον σάρκα καὶ ὀστοῦν καὶ τῶν τοιούτων ἕκαστον· ἄερα δὲ καὶ πῦρ μείγματα τούτων καὶ τῶν ἄλλων σπερμάτων πάντων· εἶναι γὰρ ἕκαστερον αὐτῶν ἐξ ἀοράτων ὁμοιομερῶν πάντων ἠθορισμένον. διὸ καὶ γίγνεσθαι πάντα ἐκ τούτων· τὸ γὰρ πῦρ καὶ τὸν αἰθέρα προσαγορεύει ταυτό.