Ancient Greek
2.322.5
Anaxagoras, Testimonia 2.322.5
Unproofread scanNot analysed yet
68 ARIST. de caelo Δ 2. 309a 19 ἔνιοι μὲν οὖν τῶν μὴ φασκόντων εἶναι κενὸν οὐδὲν διώρισαν περὶ κούφου καὶ βαρέος οἷον Ἄ. καὶ Ἐμπεδοκλῆς. phys. Δ 6. 213a22 οἱ μὲν οὖν δεικνύναι πειρῶνται ὅτι οὐκ ἔστιν [näm]. τὸ κενόν], οὐχ ὁ βούλονται λέγειν οἱ ἄνθρωποι κενὸν τοῦτ’ ἐξελέγχουσι, ἀλλ’ ἀμαρτάνοντες λέγουσιν ὥσπερ Ἄ. καὶ οἱ τοῦτον τὸν τρόπον ἐλέγχοντες. ἐπιδεικνύουσι γὰρ ὅτι ἔστι τι ὁ ἀήρ, στρεβλοῦντες τοὺς ἄσκους καὶ δεικνύντες ὡς ἰσχυρὸς ὁ ἀήρ καὶ ἐναπολαμβάνοντες ἐν ταῖς κλεψύδραις.