Ancient Greek
2.325.4
Anaxagoras, Testimonia 2.325.4
Unproofread scanNot analysed yet
88. Arist. de caelo B 13. 295ᵃ9 ὡστ᾽ εἰ βία νῦν ἡ γῆ μένει, καὶ συνῆλθεν ἐπὶ τὸ μέσον φερομένη διὰ τὴν δίνησιν· ταύτην γὰρ τὴν αἰτίαν πάντες λέγουσιν ἐκ τῶν ἐν τοῖς ὑγροῖς καὶ περὶ τὸν ἄερα συμβαινόντων· ἐν τούτοις γὰρ ἀεὶ φέρεται 25 τὰ μείζω καὶ τὰ βαρύτερα πρὸς τὸ μέσον τῆς δίνης. διὸ δὴ καὶ τὴν γῆν πάντες ὅσοι τὸν οὐρανὸν γεννῶσιν, ἐπὶ τὸ μέσον συνελθεῖν φασιν. Simpl. z. d. St. 511, 23 οἱ μὲν πλεῖστοι ἐπὶ τοῦ μέσου κεῖσθαι λέγουσι τὴν γῆν, ὥσπερ Ἐμπεδοκλῆς . . . καὶ Ἀ. 520, 28 τῶν λεγόντων μένειν αὐτὴν ἀνεχομένην ὑπὸ τοῦ ὑποκειμένου ἄερος, ὃν ἐπιψωματίζει πλατεία οὖσα καὶ τυμπανοειδὴς ἡ γῆ οὐ συγχωρεῖ ἀναχωρεῖν. οὕτω δὲ Ἀναξιμένης καὶ Ἀ. καὶ Δημόκριτος ἐδόκουν λέγειν. Vgl. Arist. de caelo B 13 [3 A 20].