Ancient Greek
2.329.10
Anaxagoras, Testimonia 2.329.10
Unproofread scanNot analysed yet
1. [1 Schaubach] SIMPLIC. phys. 155,23 ὅτι δὲ Ἀ. ἐξ ἑνὸς μίγματος ἀπειρα τῷ πλήθει ὁμοιομερῆ ἀποκρίνεσθαι φησιν πάντων μὲν ἐν παντὶ ἐόντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρατοῦν χαρακτηριζομένου, δηλοῖ διὰ τοῦ πρώτου τῶν Φυσικῶν λέγων ἀπ' ἀρχῆς· ὁμοῦ πάντα χρήματα ἦν, ἀπειρα καὶ πλήθος καὶ σμικρότητα· καὶ γὰρ τὸ σμικρὸν ἀπειρον ἦν. καὶ πάντων ὁμοῦ ἐόντων οὐδὲν ἐνδηλον ἦν ὑπὸ σμικρότητος· πάντα γὰρ ἀήρ τε καὶ