Ancient Greek
2.331.2
Anaxagoras, Testimonia 2.331.2
Unproofread scanNot analysed yet
τούτων δὲ οὕτως ἔχόντων χρῆ δοκεῖν ἐνεῖναι πολλὰ τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροίας καὶ ἡδονάς. καὶ ἀνθρώπους τε συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα ὅσα ψυχὴν ἔχει. καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνωικημένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ’ ἡμῖν, καὶ ἥλιόν τε αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ’ ἡμῖν, καὶ τὴν γῆν αὐτοῖσι φύειν πολλὰ τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὠφελίστα συνενεγκάμενοι εἰς τὴν οἴκησιν χρῶνται. ταῦτα μὲν οὖν μοι λέλεκται περὶ τῆς ἀποκρίσεως. ὅτι οὐκ ἂν παρ’ ἡμῖν μόνον ἀποκριθείη, ἀλλὰ καὶ ἄλλῃ.