Ancient Greek
2.335.2
Anaxagoras, Testimonia 2.335.2
Unproofread scanNot analysed yet
13. [18] ——300,27 Ἀναξαγόρου δέ, φησίν Ἀλέξανδρος, οὐκ ἐυνημόνευσε [Arist. phys. B 2. p. 194u 20] καίτοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς τιθέντος, ὥς. φησίν, ὅτι μὴ προσχρῆται αὐτῶι ἐν τῇ γενέσει. ἀλλ’ ὅτι μὲν προσχρῆται, δήλον, εἴπερ τὴν γένεσιν οὐδὲν ἄλλο ἢ ἐκκρισιν εἶναί φησι, τὴν δὲ ἐκκρισιν ὑπὸ τῆς κινήσεως γίνεσθαι, τῆς δὲ κινήσεως αἴτιον εἶναι τὸν νοῦν. λέγει γὰρ οὕτως Ἀ. ᾿καὶ ἐπεὶ ἤρξατο ὁ νοῦς κινεῖν, ἀπὸ τοῦ κινοῦμένου παντὸς ἀπεκρίνετο, καὶ ὅσον ἐκίνησεν ὁ νοῦς, πᾶν τοῦτο διεκρίθη.