Ancient Greek
10
Anaxandrides Comic., Fragmenta 10
Unproofread scanNot analysed yet
καίτοι πολλοὶ γε πονοῦμεν. τὸν ἀσύμβολον εὗρε γέλοια λέγειν Ῥαδάμανθυν καὶ Παλαμήδην. Athenaeus 14, 614 c Ἄναξανδρίδης δ’ ἐν Γεροντομανίᾳ καὶ εὐρετὰς τῶν γελoiῶν φησὶ γενέσθαι Ῥαδάμανθυν καὶ Παλαμήδην, λέγων οὕτως κτλ. —πολλοὶ (sic) A. Aristot. Rhet. 3, 12 ἀνάγκη δὲ μεταβάλλειν τὸ αὐτὸ λέγοντας· ὅπερ ὡς προοδοποιεῖ τῷ ὑποκρίνεσθαι· ‘οὗτός ἐστιν ὁ κλέψας ὑμῶν, οὗτός ἐστιν ὁ ἐξαπατήσας, οὗτος δὲ τὸ ἔσχατον προδοῦναι ἐπιχειρήσας.’ ὅσον καὶ Φιλίμων ὁ ὑποκριτὴς ἐποίει ἐν τε τῇ Ἄναξανδρίδου Γεροντομανίᾳ, ὅτε λέγει Ῥαδάμανθυν καὶ Παλαμήδην, καὶ ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν τὸ ἐγώ· ἐὰν γὰρ τις ταῦτα μὴ ὑποκρίνηται, γίνεται ὁ τὴν δοκὸν φέρων. ex- trema inlustrat Photius ὑπέρου περιτροπῆ· ἐπὶ τῶν ταῦτὰ ποιούντων καὶ μηδὲν περαινόντων. καὶ αὗται δὲ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ὁ Λιὼς Κόρινθος . . . καὶ ὁ τὴν δοκὸν φέρων. verba καίτοι —πονοῦμεν Athenaei esse censet Schneidewinus G. g. A. 1848 p. 1716. non credo. ὁ ἀσύμβολος per εὐφημισμὸν quen- dam parasitus dicitur; ac talem poeta videtur induxisse tamquam artis suae laudatorem; is eam antiquitus ortam, ut Protagoras apud Platonem sophisticam, et multorum opera paullatim excolitam esse docebat. fort. tamen γ’ ἐπονοῦμεν. tum exempli causa vetustissi- mum Rhadamanthi Palamedisque inventum commemorabatur cum multis aliis sine dubio. εὐφως ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ’; ὥραιον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς ἢ λόγοις ἀλίσκεται τίσιν, φράσον γάρ, ἂν τις ἀφέλῃ τὴν τέχνην