Ancient Greek
34
Anaxandrides Comic., Fragmenta 34
Unproofread scanNot analysed yet
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ’, οἶδ’ ἀκριβῶς· ἂν μὲν γὰρ ἢ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε· ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν. λαμπρὸς τις ἐξελήλυθ’, . . ὁλολυς οὕτος ἐστι· λιπαρὸς περιπατεῖ Δημοκλῆς, ξωμὸς κατανόμασται· χαίρει τις αὐχμῶν ἢ ὀπῶν, κονιορτὸς ἀναπέφηνεν· ὀπίσθεν ἀκολουθεῖ κόλαξ τῷ, λέμβος ἐπικέκληται· τὰ πόλλ’ ἀδειπνος περιπατεῖ, κεστρινὸς ἐστι νήστις. εἰς τοὺς καλοὺς δ’ ἂν τις βλέπη, καινὸς θεατροποιός· ὕφειλετ’ ἄρνα ποιμένος παίζων, Ἄτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φοῖξος· ἂν δὲ κωδάριον, Ἴασων. Athenaeus 6, 242 de τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἄναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως κτλ. Eustathius 1642, 59 (sine auctoris nomine) φησι γοῦν τις πρὸς Ἀθηναίους, ὡς ὑμεῖς ἀλλήλους κτλ. (om. 2. 4. 9). v. 7 Eustathius 1761, 49 τοῦ δὲ καὶ λέμβον τὸ ἐφόλιον λέγεσθαι χρήσις φέρεται Ἄναξανδρίδου παρὰ τῷ Ἀθηναίῳ. v. 8 Athenaeus 7, 307 ef Ἄναξανδρίδης Ὀδυσσεῖ κτλ. 1. χλευάζετε A. 2. ἂν Dindf.] ἐὰν A. 3. ἂν μὲν γὰρ ἢ τι σμικρὸν Eustathius, quia v. 2 omisit, et in exitu καλεῖτε αὐτὸν στ. 4. εὐθὺς post οὕτος inserit Porson. Miscell. 237, post ἐξελήλυθ’ Mein. ,ὑμῖν V 81. ὁλολυς A. 5. Δημοκλῆς om. Eust. 7. τῷ] τῷ A Eust. 8. πολλὰ A 307. ἐστιν νήστις A 242. 11. ἂν’ Dindf.] ἐὰν A.