Ancient Greek
39
Anaxandrides Comic., Fragmenta 39
Unproofread scanNot analysed yet
οὐκ ἂν δυνάμην συμμαχεῖν ὑμῖν ἐγώ· οὔθ᾽ οἱ τρόποι γὰρ ὁμονοοῦσ᾽ οὔθ᾽ οἱ νόμοι ἡμῶν, ἀπ᾽ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· τὴν ἐγχελυν μέγιστον ἡγεῖ δαίμονα, ὑμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ. οὐκ ἐσθίεις ὑε᾽, ἐγὼ δὲ γ᾽ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ᾽ ἐγώ, τοὺςφων κατεσθίουσαν ἡνίχ᾽ ἂν λάβω. τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκληρους νόμος εἶναι, παρ᾽ ὑμῖν δ᾽, ὡς ἔοιχ᾽, ἀπηρχμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ᾽ ἐὰν ἴδης, κλάεις, ἐγὼ δ᾽ ἡδιστ᾽ ἀποκτεῖνας δέρω. δύναται παρ᾽ ὑμῖν μυγαλή, παρ᾽ ἐμοὶ δὲ γ᾽ οὔ. Athenaeus 7, 299 f Ἄναξανδρίδης δ᾽ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησὶν κτλ. v. 10. 11 Eustathius 1183, 13 τοὺς Αἰγυπτίους ἱερεῖς ἐννοοῦχους δηλαδὴ ὄντας σκώπτει τις εἰπὼν ἀπηρχθαι διὰ τὸ ἐξ αὐτῶν ὡς οἷά τινα προδε-δόσθαι ἀπαρχὴν τὴν τμὴσιν τῶν αἰδοίων, ὡς δῆλον ἐκ τοῦ κτλ. 3. διέχουσι A. 6. παραπολύ A. 7. ὑεια A. 11. ἔοιμ᾽ A] ἔοικεν. 13. κλάεις Dindf.] κλαίεις A et ἡδιστα, ι ex η corr. m. 1. 14. δυν-νατὴ K. μυγαλή A. cf. Cephisodor. 7. Herod. 2, 66. 67.