Ancient Greek · ~3 min
Fragment 1
Anaxarchus Phil., Fragmenta 1
Not analysed yet
CLEM. Str. I 36 [II 23, 22 St.] εὖ γοῦν καὶ Ἀ. ὁ Εὐδαιμονικὸς ἐν τῶι Περὶ βασιλείας γράφει· ’πολυμαθείη . . . δεξιὸν ὄντα . . . ὅρος. ὅσοι δὲ καὶ θύρηισιν ἀείδουσιν ἢ ἤν πηι πεπνυμένην ἀείδωσιν οὐ τιθέμενοι ἐν σοφίηι, γνώμην δ' ἔχουσι μωρίης’. STOB. III (Flor.) 34, 19 H. Ἀναξάρχου· ’πολυμαθίη . . . δεξιὸν ἄνδρα . . . ὅρος. οἱ δὲ ἔξω καιροῦ ῥῆσιν μουσικὴν πεπνυμένως ἀείσουσιν, οὐ παραδέχονται ἐν ἀργίηι γνώμην αἰτίην δ' ἔχουσι μωρίας’. πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελεῖ μὲν τὸν δεξιὸν ἄνδρα, βλάπτει δὲ τὸν ῥηϊδίως φωνεῦντα πᾶν ἔπος κἠν παντὶ δήμωι. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. οἳ δὲ ἔξω καιροῦ ῥῆσιν ἀείδουσιν, κἢν πεπνυμένην ἀείδωσιν, οὐ τιθέμενοι ἐν σοφίηι γνώμην αἰτίην ἔχουσι μωρίης.