Ancient Greek
1.492.4
Anaxarchus Phil., Testimonia 1.492.4
Unproofread scanNot analysed yet
1. Diog. IX 58—60 Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος διήκουσε Διογένους τοῦ Σμυρναίου· ὁ δὲ Μητρόδωρον τοῦ Χίου, ὃς ἔλεγε μηδ' αὐτὸ τοῦτ' εἰδέναι ὅτι οὐδὲν οἶδε. Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασιν ἀκοῦσαι. ὁ δ' οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρωι συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστήν Ὀλυμπιάδα [340—337] καὶ εἶχεν ἔχθρόν Νικοκρέοντα τὸν Κύπρου τυράννον· καὶ ποτε ἐν συμποσίωι τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτόν, τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν· 'ὦ βασιλεῦ, πάντα πολυτελῶς·