Ancient Greek
1.494.3
Anaxarchus Phil., Testimonia 1.494.3
Unproofread scanNot analysed yet
5. ARR. Anab. IV 9, 7 εἰσὶ δὲ οἱ λέγουσιν Ἀναξάρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρ’ Ἀλέξανδρον κληθέντα ὡς παραμυθησόμενον· εὑρόντα δὲ κείμενον καὶ στένοντα ἐπιγελάσαντα ἀγνοεῖν, φάναι, διότι ἐπὶ τῷιδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῷι Διὶ ἐποίησαν ὡς ὁ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῇ, τοῦτο ξὺν δίκῃ πεπραγμένον· καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλων γιγνόμενα δίκαια χρήναι νομίζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων. ταῦτα εἰπόντα παραμυθησάσθαι μὲν Ἀλέξανδρον ἐν τῷι τότε· κακὸν δὲ μέγα, ὡς ἐγὼ φημι, ἐξεργάσασθαι Ἀλεξάνδρωι καὶ μείζον ἐτι ἢ ὅτωι τότε ξυνεῖχετο· εἴπερ οὖν σοφοῦ ἀνδρὸς τήνδε ἐγνῶ τὴν δόξαν ὡς οὐ τὰ δίκαια ἄρα χρή σπουδὴ ἐπιλεγόμενον πράττειν τὸν βασιλέα, ἀλλὰ ὅτι ἂν καὶ ὅπως οὖν ἐκ βασιλέως πραχθῇ, τοῦτο δίκαιον νομίζειν. ἐπεὶ καὶ προσκυνεῖσθαι ἐθέλειν Ἀλέξανδρον λόγος κατέχει, . . . οὐχ ἐνδεῖσαι δὲ οὐδὲ πρὸς τοῦτο αὐτῷι τοὺς κολακεῖαι ἐς αὐτὸ ἐνθιόντας, ἄλλους τέ τινας καὶ δὴ καὶ τῶν σοφιστῶν τῶν ἄμφ’ αὐτὸν Ἀναξάρχον τε καὶ Ἁγιν Ἀργεῖον ἐποποιόν.