Ancient Greek
2.471.4
Anaxarchus Phil., Testimonia 2.471.4
Unproofread scanNot analysed yet
5. ARR. Anab. IV 9, 7 εἰσὶ δὲ οἱ λέγουσιν Ἀνάξαρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρ’ Ἀλέξανδρον κληθέντα ὡς παραμυθησόμενον· εὑρόντα δὲ κείμενον κα στένοντα ἐπιγελᾶσαντα ἀγνοεῖν, φάναι, διότι ἐπὶ τῶιδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῷ Διὶ ἐποίησαν ὡς ὁ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῇ, τοῦτο ἔων δίκη πεπραγμένον· καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλου γιγνόμενα δίκαια χρήναι νομίζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων. ταῦτα εἰπόντα παραμυθῆσασθαι μὲν Ἀλέξανδρον ἐν τῷ τότε· κακὸν δὲ μέγα, ὡς ἐγὼ φημι, ἐξεργάσασθαι Ἀλεξάνδρῳ καὶ μείζον ἐτὶ ἢ ὅτωι τότε ἔυνεῖχετο· εἴπερ οὖν σοφοῦ ἀνδρὸς τήνδε ἔγνω τὴν δόξαν ὡς οὐ τὰ δίκαια ἀρα χρή σπουδῇ ἐπιλεγόμενον πράττειν τὸν βασιλέα, ἀλλὰ ὅτι ἂν καὶ ὅπως οὖν ἐκ