Ancient Greek
2.472.5
Anaxarchus Phil., Testimonia 2.472.5
Unproofread scanNot analysed yet
9. ATHEN. XII p. 548 B περὶ δ’ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων [FHG II 308 fr. 14] οὕτω γράφει· ‘τῷ Εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἀνοιαν περιπεσούσης ἐξουσίας γυνὴ μὲν ὡνοχόει παιδίσκη πρόσθιος ἢ προκριθεῖσα διαφέρειν ὥραι τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιδὸς χειρίδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἴδρως ἐπιρρέοι μήτε τοῖς φαρμάκοις ὁ τρίβων ἐμπνεοί’.