Ancient Greek · ~2 min
2 to 3
ANAXICRATES, Fragmenta 2-3
Not analysed yet
Περὶ δὲ τῆς Κρέοντος θυγατρὸς οὐχ ὁμοφωνοῦσαι τῷ Εὐριπίδῃ οἱ συγγραφεῖς· Κλειτόδημος μὲν γὰρ Κρέουσάν φησι καλεῖσθαι, γήμασθαι δὲ Ξούθῳ, Ἀναξικράτης δὲ Γλαύκην. Τοῦ δὲ Ἀραβίου κόλπου τὸ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀρχομένοις ἀπὸ τοῦ Ἐλανίτου μυχοῦ, καθάπερ οἱ περὶ Ἀλέξανδρον ἀνέγραψαν καὶ Ἀναξικράτη, μυρίων καὶ τετραχισχιλίων σταδίων ἐστίν· εἴρηται δὲ ἐπὶ πλέον. Ταύτην τὴν Ἀντιόχειαν Σέλευκος κτίζει πόλιν καὶ ἄλλας ἑβδομήκοντα καὶ τέσσαρας δὲ πόλεις. Τοὺς δ ̓ ἀμαθῶς Ἀντίοχον λέγοντας ταύτην κτίσαι, Ἀτταῖός τε καὶ Περιττᾶς, Ἀναξικράτης ἄμα ἐλέγξουσι σαφέστατα καὶ δείξουσι ληροῦντας σὺν οἶς Ἀσκληπιόδωρος δὲ οἰκετὴς τυγχάνων, οὓς τότε Σέλευκος ποιεῖ κτισμάτων ἐπιστάτας.