Ancient Greek
1.32.4
Anaximander, Testimonia 1.32.4
Unproofread scanNot analysed yet
τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποχριθέντα τοῦ κατὰ τὸν 4 κόσμον πυρός, περιληφθέντα δ’ ὑπὸ ἀέρος. ἐκπνοὰς δ’ ὑπάρχει πόρους τινὰς αὐλῶδεις, καθ’ οὓς φαίνεται τὰ ἄστρα· διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι. τὴν δὲ σελή- 5 νην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην παρὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἀνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἐπτακαιεικοσαπλασίονα τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἥλιον, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους· τὰ δὲ 6 ζῷια γίνεσθαι <ἐξ ὑγροῦ> ἐξατμιζομένου ὑπὸ τοῦ ἡλίου. τὸν δὲ ἄνθρωπον ἑτέρωι ζῴωι γεγενῆναι, τοὔτεστι ἰχθύι, παραπλήσιον κατ’ ἀρχὰς. ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν τοῦ ἀέρος 7 ἀποχρισμένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων, ὑετὸν δὲ ἐκ τῆς ἀτμίδος τῆς ἐκ γῆς ὑφ’ ἡλίου ἀναδιδομένης· ἄστραπάς δέ, ὅταν ἄνεμος ἐμπιπτὼν διιστᾷ τὰς νεφέλας. οὗτος ἐγένετο κατὰ ἔτος τρίτον τῆς τεσσαρακοστῆς δευτέρας Ὀλυμπιάδος.