Ancient Greek
2.34.3
Anaximenes Phil., Testimonia 2.34.3
Unproofread scanNot analysed yet
5. SIMPL. Phys. 24,26 (Theophr. Phys. Opin. fr. 2. D. 476). Ἀ. δὲ Εὐρυστράτου Μιλήσιος, ἐταῖρος γεγωνὡς Ἀναξιμάνδρου, μίαν ᾿μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἄπειρόν φησιν ὡσπερ ἐκεῖνος, οὐκ ἀόριστον δὲ ὡσπερ ἐκεῖνος, ἀλλ᾿ ὡρισμένην, ἀέρα λέγων αὐτήν· διαφέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας. καὶ ἀραιούμενον μὲν πῦρ γίνεσθαι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, ἐπὶ δὲ μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλα ἐκ τούτων. κίνησιν δὲ καὶ οὗτος αἴδιον ποιεῖ, δι᾿ ἣν καὶ τὴν μεταβολὴν γίνεσθαι. 22,9 ἐπιστήσαι δὲ χρή, ὅτι ἄλλο μὲν ἐστὶ τὸ κατὰ πλῆθος ἄπειρον καὶ πεπερασμένον, ὁ τοὺς πολλὰς λέγουσι τὰς ἀρχὰς οἰκεῖον ἦν, ἄλλο δὲ τὸ κατὰ μέγεθος ἄπειρον ἢ πεπερασμένον, ὅπερ . . . καὶ πρὸς Ἀναξιμάνδρον καὶ Ἀναξιμένην ἀρμόζει, ἐν μὲν ἄπειρον δὲ τῷι μεγέθει τὸ στοιχεῖον ὑποθεμένου. 149,32 ἐπὶ γὰρ τούτου μόνου [Anaximenes] Θεόφραστος ἐν τῇ Ἱστορίαι [fr. 2. DOX. 477] τὴν μάνυσιν εἴρηκε καὶ [πύκνωσιν, δῆλον δὲ ὡς καὶ οἱ ἄλλοι τῇι μανότητι καὶ πυκνότητι ἐχρῶντο.