Ancient Greek
2.36.4
Anaximenes Phil., Testimonia 2.36.4
Unproofread scanNot analysed yet
18. —III 5,10 (D. 373) Ἀ. ἱριν γίνεσθαι κατ᾽ αὐγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ. SCHOL. ARAT. p. 515,27 M. [aus Poseidonios] τὴν ἱριν Ἀ. φησὶ γίνεσθαι, ἥνικα ἂν ἐπιπέσωσιν αἱ τοῦ ἡλίου αὔγαι εἰς παχὺν 20 καὶ πυκνὸν τὸν ἄερα. ὅθεν τὸ μὲν πρότερον αὐτοῦ τοῦ ἡλίου φοινικοῦν φαίνεται, διακαούμενον ὑπὸ τῶν ἀκτίνων, τὸ δὲ μέλαν, κατακρατοῦμενον ὑπὸ τῆς ὑγρότητος. καὶ νυκτὸς δὲ φησι γίνεσθαι τὴν ἱριν ἀπὸ τῆς σελήνης, ἀλλ᾽ οὐ πολλάκις διὰ τὸ μὴ πανσέληνον εἶναι διὰ παντὸς καὶ ἀσθενέστερον αὐτὴν φῶς ἔχειν τοῦ ἡλίου.