Ancient Greek
2.37.2
Anaximenes Phil., Testimonia 2.37.2
Unproofread scanNot analysed yet
2. ΑΕΤ. 1 3,4 (D. 278). Ἀ. Εὐρυστράτου Μιλῆσιος ἀρχὴν τῶν ὄντων ἄερα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. ᾿οἷον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα ἀήρ οὖσα συγκρατεῖ ἡμᾶς. καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀήρ περιέχει᾿. λέγεται δὲ συνωνύμως ἀήρ καὶ πνεῦμα. ἀμαρτάνει δὲ καὶ οὗτος [vgl. 2,14] ἐξ ἀπλοῦ καὶ μονοειδοῦς ἄερος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷια· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποσῆναι, ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι· οἷον ἄργυρος οὐκ ἄρκει πρὸς τὸ ἐκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τούτεστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης.