Ancient Greek · ~1 min
Section 1
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 1
Not analysed yet
ὅτι μὲν εἰρήνην ποιεῖσθαι δικαίαν ἄμεινόν ἐστιν ἢ πολεμεῖν, δοκεῖτέ μοι, ὦ Ἀθηναῖοι, πάντες γιγνώσκειν· ὅτι δὲ οἱ ῥήτορες τῷ μὲν ὀνόματι τῆς εἰρήνης συγχωροῦσι, τοῖς δʼ ἔργοις ἀφʼ ὧν ἂν ἡ εἰρήνη γένοιτο ἐναντιοῦνται, τοῦτο δὲ οὐ πάντες αἰσθάνεσθε. λέγουσι γὰρ ὡς ἔστι δεινότατον τῷ δήμῳ, γενομένης εἰρήνης, ἡ νῦν οὖσα πολιτεία μὴ καταλυθῇ.