Ancient Greek · ~2 min
Section 10
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 10
Not analysed yet
πρῶτον μὲν οὖν, ὦ Ἀθηναῖοι, τούτου ἀναμνήσθητε, τί ὑμῖν ἐξ ἀρχῆς ὑπεθέμην τῷ λόγῳ. ἄλλο τι ἢ τοῦτο, ὅτι διὰ τὴν εἰρήνην οὐδεπώποτε ὁ δῆμος ὁ Ἀθηναίων κατελύθη; οὐκοῦν ἀποδέδεικται. καὶ οὐδεὶς ἐξελέγξει με ὡς οὐκ ἔστι ταῦτα ἀληθῆ. ἤδη δέ τινων ἤκουσα λεγόντων ὡς ἐκ τῆς τελευταίας εἰρήνης τῆς πρὸς Λακεδαιμονίους οἵ τε τριάκοντα κατέστησαν πολλοί τε Ἀθηναίων κώνειον πιόντες ἀπέθανον, οἱ δὲ φεύγοντες ᾤχοντο.