Ancient Greek · ~1 min
Section 28
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 28
Not analysed yet
τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα, ὦ Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν·