Ancient Greek · ~2 min
Section 31
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 31
Not analysed yet
ὕστερον δʼ ὑπʼ Ἀργείων ἐπείσθημεν, οἵπερ νῦν ἥκουσι πείθοντες πολεμεῖν, πλεύσαντες ἐπὶ τὴν Λακωνικὴν εἰρήνης ἡμῖν οὔσης πρὸς Λακεδαιμονίους ἐντεῖναι ἐκείνων τὸν θυμόν, ἀρχὴν πολλῶν κακῶν· ἐξ οὗ πολεμήσαντες ἠναγκάσθημεν τὰ τείχη κατασκάπτειν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι. ταῦτα δὲ πασχόντων ἡμῶν οἱ πείσαντες ἡμᾶς πολεμεῖν Ἀργεῖοι τίνα ὠφέλειαν παρέσχον ἡμῖν; τίνα δὲ κίνδυνον ὑπὲρ Ἀθηναίων ἐποιήσαντο;