Ancient Greek · ~2 min
Section 39
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 39
Not analysed yet
κρατηθέντες δὲ τῷ πολέμῳ τά τε ἄλλα ἀπωλέσαμεν, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἔλαβον ἡμῶν ἐνέχυρα Λακεδαιμόνιοι, τὰς μὲν παραλαβόντες, τὰ δὲ καθελόντες, ὅπως μὴ πάλιν ταύτην ἔχοντες ἀφορμὴν δύναμιν τῇ πόλει κατασκευάσαιμεν. πεισθέντες τοίνυν ὑφʼ ἡμῶν Λακεδαιμόνιοι πάρεισι νυνὶ πρέσβεις αὐτοκράτορες, τά τε ἐνέχυρα ἡμῖν ἀποδιδόντες, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἐῶντες κεκτῆσθαι, τάς τε νήσους ἡμετέρας εἶναι.