Ancient Greek · ~2 min
Section 41
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 41
Not analysed yet
εἰ δὲ μηδὲν ἀρέσκει τούτων, πολεμεῖν ἕτοιμον. καὶ ταῦτʼ ἐφʼ ὑμῖν πάντʼ ἐστίν, ὦ Ἀθηναῖοι· τούτων ὅ τι ἂν βούλησθε ἕλεσθε. πάρεισι μὲν γὰρ Ἀργεῖοι καὶ Κορίνθιοι διδάξοντες ὡς ἄμεινόν ἐστι πολεμεῖν, ἥκουσι δὲ Λακεδαιμόνιοι πείσοντες ὑμᾶς εἰρήνην ποιήσασθαι. τούτων δʼ ἐστὶ τὸ τέλος παρʼ ὑμῖν, ἀλλʼ οὐκ ἐν Λακεδαιμονίοις, διʼ ἡμᾶς. πρεσβευτὰς οὖν πάντας ὑμᾶς ἡμεῖς οἱ πρέσβεις ποιοῦμεν· ὁ γὰρ τὴν χεῖρα μέλλων ὑμῶν αἴρειν, οὗτος ὁ πρεσβεύων ἐστίν, ὁπότερʼ ἂν αὐτῷ δοκῇ, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον ποιεῖν. μέμνησθε μὲν οὖν, ὦ Ἀθηναῖοι, τοὺς ἡμετέρους λόγους, ψηφίσασθε δὲ τοιαῦτα ἐξ ὧν ὑμῖν μηδέποτε μεταμελήσει.