Ancient Greek · ~1 min
Section 14
Andocides, Περὶ τῆς ἑαυτοῦ καθόδου 14
Not analysed yet
εὐθὺς δὲ παραστάς μοι Πείσανδρος ἄνδρες ἔφη βουλευταί, ἐγὼ τὸν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους εἰσαγαγόντα καὶ κωπέας. καὶ τὸ πρᾶγμα ἤδη πᾶν διηγεῖτο ὡς ἐπέπρακτο. ἐν δὲ τῶ τότε τὰ ἐναντία φρονοῦντες δῆλοι ἦσαν ἤδη οἱ ἐπὶ στρατιᾶς ὄντες τοῖς τετρακοσίοις.