Ancient Greek · ~2 min
Section 20
Andocides, Περὶ τῆς ἑαυτοῦ καθόδου 20
Not analysed yet
τὰ γὰρ ὑμέτερα αὐτῶν ἐφʼ ὑμῖν δικαίως ἐστὶ καὶ εὖ καὶ κακῶς, ἐὰν βούλησθε, διαθέσθαι. ἅ γε μέντοι ἔξω τῶν ἀπορρήτων οἷόν τέ μοί ἐστιν εἰπεῖν εἰς ὑμᾶς ἤδη πεπραγμένα, ἀκούσεσθε. ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα· ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφʼ ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν γνώμης.