Ancient Greek · ~2 min
Section 10
Andocides, Κατὰ Ἀλκιβιάδου 10
Not analysed yet
ὧν ἕνεκα περὶ ἐμαυτοῦ παραλιπὼν Ἀλκιβιάδου τὸν βίον ἀναμνῆσαι βούλομαι. καίτοι ἀπορῶ γε διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων πόθεν ἄρξωμαι, ἐμποδὼν ἁπάντων ὄντων. περὶ μὲν οὖν μοιχείας καὶ γυναικῶν ἀλλοτρίων ἁρπαγῆς καὶ τῆς ἄλλης βιαιότητος καὶ παρανομίας καθʼ ἕκαστον εἰ δεήσειε λέγειν, οὐκ ἂν ἐξαρκέσειεν ὁ παρὼν χρόνος, ἅμα δὲ καὶ πολλοῖς ἀπεχθοίμην τῶν πολιτῶν, φανερὰς τὰς συμφορὰς ποιῶν αὐτῶν. ἃ δὲ περὶ τὴν πόλιν εἴργασται καὶ τοὺς προσήκοντας καὶ τῶν ἄλλων ἀστῶν καὶ ξένων τοὺς ἐντυγχάνοντας, ἀποδείξω.