Ancient Greek · ~1 min
Section 13
Andocides, Κατὰ Ἀλκιβιάδου 13
Not analysed yet
θαυμάζω δὲ τῶν πεπεισμένων Ἀλκιβιάδην δημοκρατίας ἐπιθυμεῖν, τοιαύτης πολιτείας ἣ μάλιστα κοινότητα δοκεῖ ᾑρῆσθαι, οἳ οὐδʼ ἀπὸ τῶν ἰδίων αὐτὸν θεῶνται, ὁρῶντες τὴν πλεονεξίαν καὶ τὴν ὑπερηφανίαν, ὃς τὴν Καλλίου γήμας ἀδελφὴν ἐπὶ δέκα ταλάντοις, τελευτήσαντος Ἱππονίκου στρατηγοῦντος ἐπὶ Δηλίῳ ἕτερα τοσαῦτα προσεπράξατο, λέγων ὡς ὡμολόγησεν ἐκεῖνος, ὁπότε παῖς αὐτῷ ἐκ τῆς θυγατρὸς γένοιτο, προσθήσειν ταῦτα.