Ancient Greek · ~2 min
Section 18
Andocides, Κατὰ Ἀλκιβιάδου 18
Not analysed yet
ἀγανακτῶ δʼ ἐνθυμούμενος ὑμῖν μὲν οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων· ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθʼ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον· ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν· τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτʼ ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται.