Ancient Greek · ~1 min
Section 25
Andocides, Κατὰ Ἀλκιβιάδου 25
Not analysed yet
ἡγοῦμαι δʼ αὐτὸν πρὸς ταῦτα μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον ἢ σῴζεσθαι. διηγήσομαι δʼ ὑμῖν.