Ancient Greek · ~2 min
Section 31
Andocides, Κατὰ Ἀλκιβιάδου 31
Not analysed yet
ὁ δὲ πάντων τῶν συμμάχων ἄρχων καὶ χρήματα λαμβάνων οὐδενὸς τούτων ὑπόδικός ἐστιν, ἀλλὰ τοιαῦτα διαπεπραγμένος σίτησιν ἐν Πρυτανείῳ ἔλαβε, καὶ προσέτι πολλῇ τῇ νίκῃ χρῆται, ὥσπερ οὐ πολὺ μᾶλλον ἠτιμακὼς ἢ ἐστεφανωκὼς τὴν πόλιν. εἰ δὲ βούλεσθε σκοπεῖν, εὑρήσετε τῶν πολλάκις τούτῳ πεπραγμένων ἕκαστον ὀλίγον χρόνον πράξαντάς τινας ἀναστάτους τοὺς οἴκους ποιήσαντας· οὗτος δʼ ἐπιτηδεύων ἅπαντα πολυτελέστατα διπλασίαν οὐσίαν κέκτηται.