Ancient Greek
Section 34
Andocides, Κατὰ Ἀλκιβιάδου 34
Not analysed yet
ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος —οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον —Ἀλκιβιάδῃ δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης δὶς ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστʼ οὐδὲν θαυμαστὸν οὐδʼ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδʼ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδʼ ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο.