Ancient Greek · ~1 min
Section 41
Andocides, Κατὰ Ἀλκιβιάδου 41
Not analysed yet
βούλομαι δʼ ὑμᾶς ἀναμνῆσαι τῶν ἐμοὶ πεπραγμένων. ἐγὼ γὰρ πρεσβεύσας εἰς Θετταλίαν καὶ εἰς Μακεδονίαν καὶ εἰς Μολοσσίαν καὶ εἰς Θεσπρωτίαν καὶ εἰς Ἰταλίαν καὶ εἰς Σικελίαν τοὺς μὲν διαφόρους ὄντας διήλλαξα, τοὺς δʼ ἐπιτηδείους ἐποίησα, τοὺς δʼ ἀπὸ τῶν ἐχθρῶν ἀπέστησα. καίτοι εἰ τῶν πρεσβευόντων ἕκαστος τὰ αὐτὰ ἐποίησεν, ὀλίγους ἂν πολεμίους εἴχετε καὶ πολλοὺς συμμάχους ἐκέκτησθε.