Ancient Greek · ~2 min
Section 5
Andocides, Κατὰ Ἀλκιβιάδου 5
Not analysed yet
ἔτι δʼ εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι πονηρὸς πολίτης ἐστίν, οὗτος οὐδʼ ἀπελθὼν ἐνθένδε παύσεται, ἀλλʼ ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον καὶ δικαιότερον ἢ πρὶν ἐκβληθῆναι. οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν ἡ πόλις οὐδὲν ἀγαθὸν ὑπὸ τούτου τοῦ ἀνδρὸς πείσεται.