Ancient Greek · ~1 min
Section 113
Andocides, Περὶ τῶν μυστηρίων 113
Not analysed yet
Μαρτυρία ὡς μὲν ἀληθῆ λέγω, μεμαρτύρηται· πολὺ δέ μοι δοκεῖ τὸ ἐναντίον εἶναι ἢ οἱ κατήγοροι εἶπον. ἔλεξαν γάρ, εἰ μέμνησθε, ὅτι αὐτώ με τὼ θεὼ παραγάγοιεν ὥστε θεῖναι τὴν ἱκετηρίαν μὴ εἰδότα τὸν νόμον, ἵνα δῶ δίκην. ἐγὼ δέ, ὦ ἄνδρες, εἰ ὡς μάλιστα ἀληθῆ λέγουσιν οἱ κατήγοροι, ὑπʼ αὐτοῖν με φημὶ τοῖν θεοῖν σεσῷσθαι.