Ancient Greek · ~2 min
Section 119
Andocides, Περὶ τῶν μυστηρίων 119
Not analysed yet
ἡμᾶς γὰρ οὐ δίκαιόν ἐστιν οὔτε χρήματα ἕτερα οὔτʼ εὐτυχίαν ἀνδρὸς ἑλέσθαι, ὥστε καταφρονῆσαι τῶν Ἐπιλύκου θυγατέρων. καὶ γὰρ εἰ ἔζη Ἐπίλυκος ἢ τεθνεὼς πολλὰ κατέλιπε χρήματα, ἠξιοῦμεν ἂν γένει ὄντες ἐγγυτάτω ἔχειν τὰς παῖδας. τοιγάρτοι ἐκεῖνα μὲν διʼ Ἐπίλυκον ἂν ἦν ἢ διὰ τὰ χρήματα· νῦν δὲ διὰ τὴν ἡμετέραν ἀρετὴν τάδε ἔσται. τῆς μὲν οὖν σὺ ἐπιδικάζου, τῆς δὲ ἐγώ.