Ancient Greek · ~1 min
Section 123
Andocides, Περὶ τῶν μυστηρίων 123
Not analysed yet
εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαι καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.