Ancient Greek · ~1 min
Section 13
Andocides, Περὶ τῶν μυστηρίων 13
Not analysed yet
πρῶτος μὲν οὗτος ταῦτα ἐμήνυσε, καὶ ἀπέγραψε τούτους· ὧν Πολύστρατος μὲν συνελήφθη καὶ ἀπέθανεν, οἱ δὲ ἄλλοι φεύγοντες ᾤχοντο, καὶ αὐτῶν ὑμεῖς θάνατον κατέγνωτε. καί μοι λαβὲ καὶ ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα. Ὀνόματα. —τούσδε Ἀνδρόμαχος ἐμήνυσεν· Ἀλκιβιάδην, Νικιάδην, Μέλητον, Ἀρχεβιάδην, Ἄρχιππον, Διογένη, Πολύστρατον, Ἀριστομένη, Οἰωνίαν, Παναίτιον.