Ancient Greek · ~1 min
Section 148
Andocides, Περὶ τῶν μυστηρίων 148
Not analysed yet
μὴ τοίνυν, εἰ αὐτοὶ τεθνᾶσι, καὶ περὶ τῶν πεπραγμένων αὐτοῖς ἐπιλάθησθε, ἀλλʼ ἀναμνησθέντες τῶν ἔργων νομίσατε τὰ σώματα αὐτῶν ὁρᾶν αἰτουμένων ἐμὲ παρʼ ὑμῶν σῷσαι. τίνα γὰρ καὶ ἀναβιβάσωμαι δεησόμενον ὑπὲρ ἐμαυτοῦ; τὸν πατέρα; ἀλλὰ τέθνηκεν. ἀλλὰ τοὺς ἀδελφούς; ἀλλʼ οὐκ εἰσίν.