Ancient Greek · ~1 min
Section 150
Andocides, Περὶ τῶν μυστηρίων 150
Not analysed yet
μὴ τοίνυν μήθʼ ὑμᾶς αὐτοὺς τῶν ἀπʼ ἐμοῦ ἐλπίδων ἀποστερήσητε μήτʼ ἐμὲ τῶν εἰς ὑμᾶς. ἀξιῶ δʼ ἔγωγε τούτους οἵτινες ὑμῖν ἀρετῆς ἤδη τῆς μεγίστης εἰς τὸ πλῆθος τὸ ὑμέτερον ἔλεγχον ἔδοσαν, ἀναβάντας ἐνταυθοῖ συμβουλεύειν ὑμῖν ἃ γιγνώσκουσι περὶ ἐμοῦ. δεῦρο Ἄνυτε, Κέφαλε, ἔτι δὲ καὶ οἱ φυλέται οἱ ᾑρημένοι μοι συνδικεῖν, Θράσυλλος καὶ οἱ ἄλλοι.